Add parallel Print Page Options

34 ἀμὴν λέγω ὑμῖν [a]ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35 ὁ οὐρανὸς καὶ ἡ γῆ [b]παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.

36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν [c]οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ [d]πατὴρ μόνος. 37 ὥσπερ [e]γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως [f]ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 38 [g]ὡς γὰρ ἦσαν ἐν ταῖς [h]ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ [i]γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται [j]καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40 τότε [k]δύο ἔσονται ἐν τῷ ἀγρῷ, [l]εἷς παραλαμβάνεται καὶ [m]εἷς ἀφίεται· 41 δύο ἀλήθουσαι ἐν τῷ [n]μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ [o]ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. 43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ [p]οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ [q]κύριος ἐπὶ τῆς [r]οἰκετείας αὐτοῦ τοῦ [s]δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει [t]οὕτως ποιοῦντα· 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει [u]μου ὁ κύριος, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους [v]αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

25 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας [w]ἑαυτῶν ἐξῆλθον εἰς [x]ὑπάντησιν τοῦ νυμφίου. πέντε δὲ [y]ἐξ αὐτῶν ἦσαν [z]μωραὶ καὶ πέντε φρόνιμοι. [aa]αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς [ab]ἀγγείοις μετὰ τῶν λαμπάδων [ac]ἑαυτῶν. χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ [ad]νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν [ae]αὐτοῦ. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας [af]ἑαυτῶν. αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε [ag]οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· [ah]πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. 11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε κύριε, ἄνοιξον ἡμῖν· 12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν [ai]ὥραν.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:34 ὅτι WH Treg NIV ] RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:35 παρελεύσεται WH Treg NIV ] παρελεύσονται RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:36 οὐδὲ ὁ υἱός WH NIV ] Treg RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:36 πατὴρ WH Treg NIV ] + μου RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:37 γὰρ WH Treg NIV ] δὲ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:37 ἔσται WH Treg NIV ] + καὶ RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 ὡς WH Treg NIV ] Ὥσπερ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 ἡμέραις NIV RP ] + ἐκείναις WH Treg NA
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:38 γαμίζοντες WH NIV ] ἐκγαμίζοντες Treg RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:39 καὶ RP NA ] – WH Treg NIV
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 δύο ἔσονται Treg NIV RP ] ἔσονται δύο WH
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 *εἷς WH Treg NIV ] ὁ εἷς RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:40 *εἷς WH Treg NIV ] ὁ εἷς RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:41 μύλῳ WH Treg NIV ] μύλωνι RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:42 ἡμέρᾳ WH Treg NIV ] ὥρᾳ RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:44 οὐ δοκεῖτε ὥρᾳ WH Treg NIV ] ὥρᾳ οὐ δοκεῖτε RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 κύριος WH Treg NIV ] + αὐτοῦ RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 οἰκετείας WH Treg NIV ] θεραπείας RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:45 δοῦναι WH Treg NIV ] διδόναι RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:46 οὕτως ποιοῦντα WH Treg NIV ] ποιοῦντα οὕτως RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:48 μου ὁ κύριος WH Treg NIV ] ὁ κύριός μου ἐλθεῖν RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:49 αὐτοῦ ἐσθίῃ δὲ καὶ πίνῃ WH Treg NIV ] ἐσθίειν δὲ καὶ πίνειν RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:1 ἑαυτῶν WH Treg NIV ] ἀυτῶν RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:1 ὑπάντησιν WH Treg NIV ] ἀπάντησιν RP
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:2 ἐξ αὐτῶν ἦσαν WH Treg NIV ] ἦσαν ἐξ αὐτῶν RP
  26. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:2 μωραὶ καὶ πέντε φρόνιμοι WH Treg NIV ] φρόνιμοι καὶ αἱ πέντε μωραί RP
  27. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:3 αἱ γὰρ WH Treg NIV ] Αἵτινες RP
  28. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:4 ἀγγείοις WH Treg NIV ] + αὐτῶν RP
  29. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:4 ἑαυτῶν WH NIV ] αὐτῶν Treg RP
  30. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:6 νυμφίος WH Treg NIV ] + ἔρχεται RP
  31. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:6 αὐτοῦ Treg NIV RP ] WH
  32. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:7 ἑαυτῶν WH Treg NIV ] ἀυτῶν RP
  33. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:9 οὐ μὴ WH Treg NIV ] οὐκ RP
  34. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:9 πορεύεσθε WH Treg NIV ] + δὲ RP
  35. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:13 ὥραν WH Treg NIV ] + ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται RP